Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.59 Dem. 30.1 (English) >>Dem. 30.6

Πρὸς Ὀνήτορα Ἐξούλης Α

30.1περὶ πολλοῦ ποιούμενος, ἄνδρες δικασταί, μήτε πρὸς Ἄφοβόν μοι συμβῆναι τὴν γενομένην διαφορὰν μήτε τὴν νῦν οὖσαν πρὸς Ὀνήτορα τουτονί, κηδεστὴν ὄντʼ αὐτοῦ, πολλὰ καὶ δίκαια προκαλεσάμενος ἀμφοτέρους, οὐδενὸς ἐδυνήθην τυχεῖν τῶν μετρίων, ἀλλʼ ηὕρηκα πολὺ τοῦτον ἐκείνου δυσκολώτερον καὶ μᾶλλον ἄξιον ὄντα δοῦναι δίκην. 30.2τὸν μὲν γὰρ οἰόμενος δεῖν ἐν τοῖς φίλοις διαδικάσασθαι τὰ πρὸς ἐμὲ καὶ μὴ λαβεῖν ὑμῶν πεῖραν οὐχ οἷός τʼ ἐγενόμην πεῖσαι· τοῦτον δʼ αὐτὸν αὑτῷ κελεύων γενέσθαι δικαστήν, ἵνα μὴ παρʼ ὑμῖν κινδυνεύσῃ, τοσοῦτον κατεφρονήθην, ὥστʼ οὐχὶ μόνον λόγου τυχεῖν οὐκ ἠξιώθην, ἀλλὰ καὶ ἐκ τῆς γῆς, ἣν Ἄφοβος ἐκέκτηθʼ ὅτʼ ὠφλίσκανέ μοι τὴν δίκην, ὑβριστικῶς ὑπʼ αὐτοῦ πάνυ ἐξεβλήθην. 30.3ἐπειδὴ οὖν συναποστερεῖ τέ με τῶν ὄντων τῷ ἑαυτοῦ κηδεστῇ, πιστεύων τʼ εἰς ὑμᾶς εἰσελήλυθεν ταῖς αὑτοῦ παρασκευαῖς, ὑπόλοιπόν ἐστιν ἐν ὑμῖν πειρᾶσθαι παρʼ αὐτοῦ τῶν δικαίων τυγχάνειν. οἶδα μὲν οὖν, ἄνδρες δικασταί, ὅτι μοι πρὸς παρασκευὰς λόγων καὶ μάρτυρας οὐ τἀληθῆ μαρτυρήσοντας ἀγών ἐστιν· ὅμως μέντοι τοσοῦτον οἶμαι διοίσειν τῷ δικαιότερα τούτου λέγειν, 30.4ὥστʼ εἰ καί τις ὑμῶν πρότερον τοῦτον ἡγεῖτʼ εἶναι μὴ πονηρόν, ἔκ γε τῶν πρὸς ἐμὲ πεπραγμένων γνώσεσθαι, ὅτι καὶ τὸν ἄλλον χρόνον ἐλάνθανεν αὐτὸν κάκιστος ὢν καὶ ἀδικώτατος ἁπάντων. ἀποδείξω γὰρ αὐτὸν οὐ μόνον τὴν προῖκʼ οὐ δεδωκότα, ἧς φησι νῦν ἀποτετιμῆσθαι τὸ χωρίον, ἀλλὰ καὶ ἐξ ἀρχῆς τοῖς ἐμοῖς ἐπιβουλεύσαντα, καὶ πρὸς τούτοις τὴν μὲν γυναῖκʼ οὐκ ἀπολελοιπυῖαν, ὑπὲρ ἧς ἐξήγαγέ μʼ ἐκ ταύτης τῆς γῆς,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.59 Dem. 30.1 (English) >>Dem. 30.6

Powered by PhiloLogic